19 Ιανουαρίου 2018

ΤΗ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ   ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Εν Ιορδανη βαπτιζομενου σου Κυριε, η της Τριαδος εφανερωθη προσκυνησις, του γαρ Γεννητορος η φωνη προσεμαρτυρει σοι, αγαπητον σε Υιον ονομαζουσα, και το Πνευμα εν ειδει περιστερας, εβεβαιου του λογου το ασφαλες. Ο επιφανεις Χριστε ο Θεος, και τον κοσμο φωτισας δοξα σοι.      ( εκ γ' )

Κοντακιον Ηχος δ' Αυτομελον.

Ρωμανου του Μελωδου

Επεφανης σημερον τη οικουμενη, και το φως σου  Κυριε, εσημειωθη εφ' ημας εν επιγνωσει υμνουντας σε, Ηλθες εφανης το Φως το απροσιτον.

Εξαποστειλαριον

Επεσκεψατο ημας ...

Επεφανη ο Σωτηρ, η χαρις η αληθεια, εν ρειθροις του Ιορδανου, και τους εν σκοτει και σκια, καθευδοντας εφωτισε και γαρ ηλθεν εφανη, το φως το απροσιτον.        ( εκ γ' )

Μεγαλυνον ψυχη μου, την τιμιωτεραν και ενδοξοτεραν των ανω στρατευματων.  (Δις)

Μεγαλυνον ψυχη μου, τον εν Ιορδανη, ελθοντα βαπτισθηναι.

Μεγαλυνον ψυχη μου,  τον υπο Προδρομου, το βαπτισμα λαβοντα.

Μεγαλυνον ψυχη μου, τον εκ της πατρωας, φωνης μαρτυρηθεντα.

Μεγαλυνον ψυχη μου, τον ενα της Τριαδος, κλιναντα τον αυχενα, και βαπτισμα λαβοντα.

Προφητα, δευρο προς με, εκτεινον την χειρα, και βαπτισον με ταχος.

Προφητα, αφες αρτι, και βαπτισον με θελων, πληρωσαι και γαρ ηλθον, πασαν δικαιοσυνην.

Σημερον ο Δεσποτης, κλινει τον αυχενα, χειρι τη του Προδρομου.

Σημερον Ιωαννης, βαπτιζει τον Δεσποτην, εν ρειθροις Ιορδανου.

Σημερον ο Δεσποτης, ναμασιν ενθαπτει, βροτων την αμαρτιαν.

Σημερον ο Δεσποτης, ανωθεν μαρτυρειται, Υιος ηγαπημενος.

Σημερον ο Δεσποτης, ηλθεν αγιασαι, την φυσιν των υδατων.

Σημερον ο Δεσποτης, το βαπτισμα λαμβανει, υπο χειρος Προδρομου.

Δοξα Πατρι και Υιω και Αγιω Πνευματι,

Μεγαλυνον ψυχη μου, της τρισυποστατου, και αδιαιρετου, Θεοτητος το κρατος.

Και νυν και αει και εις τους αιωνας των αιωνων. Αμην.

Μεγαλυνον ψυχη μου, την λυτρωσαμενην, ημας εκ της καταρας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου